Versione di greco da Lisia, help.

land
ciao, chi mi sa tradurre questo pezzo di versione da lisia tratto dall'orazione Contro Andocide?? ^^

Andocide come Aasvero

Ἔνθεν δέ ἔπλευσεν ὡς Εὐαγόραν τὸν Κύπρου βασιλεύοντα, καί ἀδικήσας εἵρχθη. Ἀποδρὰς δέ καί τοῦτον ἔφευγε μέν τοὺς ἐνθάδε θεούς, ἔφευγε δέ τὴν ἑαυτοῦ πόλιν, ἔφευγε δέ εἰς οὓς τὸ πρῶτον ἀφίκοιτο τόπους. Καίτοι τίς χάρις τῷ βίῳ, κακοπαθεῖν μὲν πολλάκις, ἀναπαύσασθαι δέ μηδέποτε; καταπλεύσας δέ ἐκεῖθεν δεῦρο εἰς δημοκρατίαν εἰς τν αὑτοῦ πόλιν τοῖς μὲν πρυτάνεσιν ἔδωκε χπήματα, ἵνα αὐτὸν προσαγάγοιεν ἐνθδε, ὑμεῖς δ' αὐτὸν ἐξηλάσατε ἐκ τῆς πόλεως, τοῖς θεοῖς βεβαιοῦντες τοὺς νόμους οὓς ἐψηφίσασθε. Καί τὸν ἄνδρα οὐ δῆμος, οὐκ ὀλιγαρχία, οὐ τύραννος, οὐ πόλις ἐθέλει δέξασθαι διὰ τέλους, ἀλλὰ πάντα τὸν χρόνον, ἐξ ὅσου ἠσέβησεν, ἀλώμενος διάγει, πιστεύων ἀεὶ μᾶλλον τοῖς ἀγνῶσι τῶν γνωρίμων διὰ τὸ ἠδικηκέναι οὓς γιγνώσκει.

Rispondi
Per rispondere a questa discussione devi prima effettuare il login.