Versione di greco (25982)
allora il titolo della versione è:"Zarina regina dei saci" e l'autore è Diodoro Siculo
qst è il testo:
Ἐβασίλευσε δὲ τότε τῶν Σακῶν γυνὴ τὰ κατὰ πόλεμον ἐζηλωκυῖα καὶ τόλμῃ τε καὶ πράξει πολὺ διαϕέρουσα τῶν ἐν Σάκαις γυναικῶν,ὄνομα Ζαρίνη.Καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους εἶχε καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων,ταύτην δὲ λέγεται τῷ τε κάλλει γενέσθαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν.Τῶν μὲν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν κατεπολέμησε,τῆς δὲ χώρας πολλὴν ἐξημέρωσε,καὶ πόλεις οὐκ ὀλίγας ἔκτισε,καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ἐποίησε(*).Διὸ καὶ οἱ ἐγχώριοι μετὰ τὴν τελευτὴν αὐτῆς χάριν ἀποδιδόντες τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντες τάϕον ᾠκοδόμησαν πολὺ τῶν ὄντων παρ ʹ αὐτοῖς ὑπερέχοντα καὶ ἐπέστησαν δὲ τῷ τάϕῳ καὶ χρυσῆν εἰκόνα κολοττικήν,καὶ τιμὰς ἡρωικὰς ἀπενείμοντο,καὶ τἄλλα πάντα μεγαλοπρεπέστερα ποιεῖν τῶν τοῖς προγόνοις αὐτῆς συγχωρηθέντων.
a me serve la traduzione fino a ἐποίησε (dv c'è l'asterisco tra parentesi)
grazie mille scusate ankora ^^