Traduzione (71418)

pennasfera
:hypno

Salve,
ho fatto una ricerca per trovare
un sito che si occupa dell'opera "Geographia" di Strabone
ma ho trovato poco.

dove posso trovare la traduzione del passo:
dell'opera Geografia:
1,2,18
inizia: Τοιαῦτα μὲν εἴρηκεν. ἔστι δὲ τἆλλα μὲν εὖ λεγόμενα· ὅταν δ᾽ ἀνασκευάζηι τὸν ἐξωκεανιζόμενον καὶ πρὸς ἀκριβῆ μέτρα τὸν τῶν ἡμερῶν πλοῦν ἀνάγηι καὶ διαστήματα͵ ὑπερβολὴν οὐκ ἀπολείπει τῆς ἀνομολογίας. ἅμα μὲν γὰρ παρατίθησι τὰ τοῦ ποιητοῦ ἔπη ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν͵ ἅμα δ᾽ ἐπικρύπτεται· καὶ γὰρ ταῦτα τοῦ ποιητοῦ αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς͵ καὶ τὸ νήσωι ἐν Ὠγυγίηι͵ ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης͵ καὶ ὅτι ἐνταῦθα οἰκεῖ Ἄτλαντος θυγάτηρ͵ καὶ τὸ περὶ τῶν Φαιάκων οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστωι ἐνὶ πόντωι ἔσχατοι· οὐ δέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. ταῦτα γὰρ πάντα φανερῶς ἐν τῶι Ἀτλαντικῶι πελάγει πλαττόμενα δηλοῦται. ὁ δὲ ταῦτ᾽ ἐπικρυπτόμενος τὰ φανερῶς λεγόμενα ἀναιρεῖ. τοῦτο μὲν οὖν οὐκ εὖ· τὸ δὲ περὶ Σικελίαν καὶ Ἰταλίαν γεγονέναι τὴν πλάνην ὀρθῶς͵ ἐπεὶ τίς ἔπεισε ποιητὴς ἢ συγγραφεὺς Νεαπολίτας μὲν λέγειν μνῆμα Παρθενόπης τῆς Σειρῆνος͵ τοὺς δὲ ἐν Κύμηι καὶ Δικαιαρχείαι καὶ Βεσβίωι Πυριφλεγέθοντα καὶ Ἀχερουσίαν λίμνην καὶ νεκυομαντεῖον τὸ ἐν τῶι Ἀόρνωι καὶ Βάιον καὶ Μισηνὸν τῶν Ὀδυσσέως ἑταίρων τινάς; οὕτω δὲ καὶ τὰ περὶ Σειρηνούσσας καὶ τὰ περὶ τὸν πορθμὸν καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Αἰόλον· ἅπερ οὔτ᾽ ἀκριβῶς ἐξετάζειν δεῖ οὔτ᾽ ἄρριζα καὶ ἀνέστια ἐᾶν͵ ἀληθείας μηδὲν προσαπτόμενα μηδ᾽ ὠφελείας ἱστορικῆς.





poi il passo:
5, 4, 8

inizia: Ἐχόμενον δὲ φρούριόν ἐστιν Ἡράκλειον ἐκκειμένην εἰς τὴν θάλατταν ἄκραν ἔχον͵ καταπνεομένην λιβὶ θαυμαστῶς ὥσθ΄ ὑγιεινὴν ποιεῖν τὴν κατοικίαν. Ὄσκοι δὲ εἶχον καὶ ταύτην καὶ τὴν ἐφεξῆς Πομπηίαν ἣν παραρρεῖ ὁ Σάρνος ποταμός͵ εἶτα Τυρρηνοὶ καὶ Πελασγοί͵ μετὰ ταῦτα δὲ Σαυνῖται· καὶ οὗτοι δ΄ ἐξέπεσον ἐκ τῶν τόπων. Νώλης δὲ καὶ Νουκερίας καὶ Ἀχερρῶν͵ ὁμωνύμου κατοικίας τῆς περὶ Κρέμωνα͵ ἐπίνειόν ἐστιν ἡ Πομπηία͵ παρὰ τῶι Σάρνωι ποταμῶι καὶ δεχομένωι τὰ φορτία καὶ ἐκπέμποντι. ὑπέρκειται δὲ τῶν τόπων τούτων ὄρος τὸ Ὀυέσουιον͵ ἀγροῖς περιοικούμενον παγκάλοις πλὴν τῆς κορυφῆς· αὕτη δ΄ ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν͵ ἄκαρπος δ΄ ὅλη͵ ἐκ δὲ τῆς ὄψεως τεφρώδης͵ καὶ κοιλάδας φαίνει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν͵ ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός͵ ὡς τεκμαίροιτ΄ ἄν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρός͵ σβεσθῆναι δ΄ ἐπιλιπούσης τῆς ὕλης. τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλωι τοῦτ΄ αἴτιον͵ ὥσπερ ἐν τῆι Κατάνηι͵ φασί͵ τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς· πλεονάζουσα μὲν οὖν τῶι λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία͵ καθάπερ ἡ θειώδης πᾶσα͵ ἐξικμασθεῖσα δὲ καὶ λαβοῦσα σβέσιν καὶ ἐκτέφρωσιν εἰς καρπογονίαν μετέβαλε. συνεχὲς δέ ἐστι τῆι Πομπηίαι τὸ Συρρεντὸν τῶν Καμπανῶν͵ ὅθεν πρόκειται τὸ Ἀθήναιον͵ ὅ τινες Σειρηνουσσῶν ἀκρωτήριον καλοῦσιν· ἔστι δὲ ἐπ΄ ἄκρωι μὲν Ἀθηνᾶς ἱερόν͵ ἵδρυμα Ὀδυσσέως. διάπλους δ΄ ἐνθένδε βραχὺς εἰς Καπρέας νῆσον. κάμψαντι δὲ τὴν ἄκραν νησῖδές εἰσιν ἔρημοι πετρώδεις ἃς καλοῦσι Σειρῆνας. ἐκ δὲ τοῦ πρὸς Συρρεντὸν μέρους ἱερόν τι δείκνυται καὶ ἀναθήματα παλαιὰ τιμώντων τῶν πλησίον [τὸν] τόπον. μέχρι μὲν δεῦρο ἔχει τέλος ὁ κόλπος ὁ κρατὴρ προσαγορευόμενος͵ ἀφοριζόμενος δυσὶν ἀκρωτηρίοις βλέπουσι πρὸς μεσημβρίαν͵ τῶι τε Μισηνῶι καὶ τῶι Ἀθηναίωι. ἅπας δ΄ ἐστὶ κατεσκευασμένος τοῦτο μὲν ταῖς πόλεσιν ἃς ἔφαμεν͵ τοῦτο δὲ ταῖς οἰκοδομίαις καὶ φυτείαις͵ αἳ μεταξὺ συνεχεῖς οὖσαι μιᾶς πόλεως ὄψιν παρέχονται.

Io li ho inseriti ma sembrano un tantino lunghi......


:!!!

Risposte
selene82
dovresti per favore postare l'intero testo greco... altrimenti non possiamo aiutarti molto.

intanto sono riuscita a trovare una traduzione inglese, non so se può andarti bene

http://penelope.uchicago.edu/Thayer/E/Roman/Texts/Strabo/home.html

ciao!
sele

Rispondi
Per rispondere a questa discussione devi prima effettuare il login.