Chi fu il più grande generale dell'antichità?

scesce
E' una versione di Appiano. Inizia: "λεγεται δ'εν ταις δε ταις διατριβaiς εν τω". Finisce:"ως kaθελοντα τον αμειωοωα Αλεξανδρου". GRAZIE MILLE IN ANTICIPO!!!:)

Risposte
silmagister
ciao scesce...

riesci a digitarla tutta, per cortesia?

anzi...controlla se questo è il testo

λέγεται δ' ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ ᾿Αννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων καὶ τοῦ Σκιπίωνος ἐρομένου, τίς οἱ δοκοίη στρατηγὸς ἄριστος γενέσθαι, τὸν ᾿Αννίβαν εἰπεῖν• “ὁ Μακεδὼν ᾿Αλέξανδρος.” Σκιπίωνα δ' ἡσυχάσαι μὲν ἐπὶ τῷδ', ἐξιστάμενον ἄρα ᾿Αλεξάνδρῳ, ἐπανερέσθαι δέ, τίς εἴη δεύτερος μετὰ ᾿Αλέξανδρον. καὶ τὸν φάναι• “Πύρρος ὁ ᾿Ηπειρώτης,” τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον• οὐ γὰρ ἔστιν
εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων. δακνόμενον δ' ἤδη τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι, τίνι διδοίη τὰ τρίτα, πάγχυ γοῦν ἐλπίζοντα ἕξειν τὰ τρίτα.
τὸν δὲ “ἐμαυτῷ” φάναι• “νέος γὰρ ὢν ἔτι ᾿Ιβηρίας τε ἐκράτησα καὶ στρατῷ τὰ ῎Αλπεια ὄρη μεθ' ῾Ηρακλέα πρῶτος ὑπερῆλθον ἔς τε τὴν ᾿Ιταλίαν, ὑμῶν οὐδενός πω θαρροῦντος, ἐμβαλὼν τετρακόσια ἀνέστησα ἄστη καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα, οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνιοι.” ὡς δὲ αὐτὸν ὁ Σκιπίων εἶδεν ἀπομηκύνοντα τὴν σεμνολογίαν, ἔφη γελάσας• “ποῦ δ' ἂν ἑαυτὸν ἔταττες, ὦ ᾿Αννίβα, μὴ νενικημένος ὑπ' ἐμοῦ;” τὸν δέ φασιν, αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας, εἰπεῖν, ὅτι “ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ ᾿Αλεξάνδρου.” οὕτω μὲν ὁ ᾿Αννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ καὶ τὸν Σκιπίωνα λαθὼν ἐθεράπευσεν ὡς καθελόντα τὸν ἀμείνονα ᾿Αλεξάνδρου.



:hi

Rispondi
Per rispondere a questa discussione devi prima effettuare il login.